1.

Περὶ ἐτυμολογίας
[1.241] Τὰ δὲ αὐτὰ λεκτέον πρὸς αὐτοὺς καὶ ὅταν δι' ἐτυμολογίας κρίνειν θέλωσι τὸν ἑλληνισμόν. πάλιν γὰρ ἤτοι σύμφωνός ἐστι τῇ συνηθείᾳ ἡ ἐτυμολογία ἢ διάφωνος˙ καὶ εἰ μὲν σύμφωνος, παρέλκει, εἰ δὲ διάφωνος, οὐ χρηστέον αὐτῇ ὡς προσκοπὴν ἐμποιούσῃ μᾶλλον τοῦ βαρβαρίζειν ἢ σολοικίζειν. καὶ καθόλου μετακτέον τὰς ὁμοίας ἀντιρρήσεις ταῖς ἔμπροσθεν ἡμῖν ἀποδοθείσαις.