1.

[1.242] ἰδιαίτερον δὲ ἐκεῖνο λεκτέον. τὸ ἐτυμολογίᾳ κρινόμενον ὄνομα ὅτι ἑλληνικόν ἐστιν, ἤτοι ἔτυμα πάντως ἔχειν ὀφείλει τὰ προηγούμενα αὐτοῦ ὀνόματα ἢ εἴς τινα τῶν φυσικῶς ἀναφωνηθέντων καταλήγειν. καὶ εἰ μὲν ἀπὸ ἐτύμων πάντως, κατὰ τοῦτο εἰς ἄπειρον τῆς ἐκπτώσεως γινομένης ἄναρχος ἔσται ἡ ἐτυμολογία, καὶ οὐκ εἰσόμεθα εἰ ἑλληνικόν ἐστι τὸ ἔσχατον λεγόμενον ὄνομα, ἀγνοοῦντες ποῖον ἦν τὸ ἀφ' οὗ πρῶτον κατάγεται.