1.

[1.243] οἷον εἰ ὁ λύχνος εἴρηται ἀπὸ τοῦ λύειν τὸ νύχος, ὀφείλομεν μαθεῖν εἰ καὶ τὸ νύχος ἀπό τινος ἑλληνικοῦ εἴρηται, καὶ τοῦτο πάλιν ἀπ' ἄλλου˙ καὶ οὕτως εἰς ἄπειρον γινομένης τῆς ἀνόδου καὶ ἀνευρέτου καθεστῶτος τοῦ πρῶτον ἀναφωνηθέντος ὀνόματος, συνακαταληπτεῖται καὶ τὸ εἰ ἑλληνικῶς ὁ λύχνος εἴρηται.