1.

[1.244] εἰ δὲ ἐπί τινα τῶν ἀνετύμως κειμένων ὀνομάτων καταλήγοι τὸ ἐτυμολογούμενον ὄνομα, ὃν τρόπον ἐκεῖνα τὰ εἰς ἃ κατέληξεν οὐ διότι ἔστιν ἔτυμα παραδεξόμεθα, ἀλλὰ διότι τέτριπται κατὰ τὴν συνήθειαν, οὕτω καὶ τὸ δι' ἐτυμολογίας κρινόμενον παραδεξόμεθα οὐ διὰ τὴν ἐτυμολογίαν ἀλλὰ διὰ τὸ σύνηθες. οἷον προσκεφάλαιον ἀπὸ τοῦ τῇ κεφαλῇ προστίθεσθαι εἴρηται, ἡ δὲ κεφαλὴ καὶ τὸ πρός, ὅ ἐστι πρόθεσις, ἀνετύμως κέκληται.