1.

[1.245] τοίνυν ὡς ταῦτα χωρὶς ἐτυμολογίας πεπίστευται διότι ἐστὶν ἑλληνικά, τῆς συνηθείας αὐτοῖς χρωμένης, οὕτω καὶ τὸ προσκεφάλαιον δίχα ἐτυμολογίας ἔσται πιστόν. ἄλλως τε ἐνίοτε τὸ αὐτὸ πρᾶγμα δυσὶν ὀνόμασι καλεῖται, τῷ μὲν ἐτυμολογίαν ἐπιδεχομένῳ τῷ δὲ ἀνετυμολογήτῳ, καὶ οὐ διὰ τοῦτο τὸ μὲν ἔτυμον λέγεται ἑλληνικὸν τὸ δὲ ἀνέτυμον βαρβαρικόν, ἀλλ' ὡς ἐκεῖνο ἑλληνικόν, οὕτω καὶ τοῦτο˙