1.

[1.247] τοίνυν ὡς ἐκεῖνοι διὰ τὴν συνήθειαν καὶ οὐ διὰ τὴν τοῦ ὀνόματος ἐτυμότητα λέγονται ἑλληνίζειν, οὕτω καὶ ἡμεῖς διὰ τὸ ἐν τῇ αὑτῶν συνηθείᾳ τετριμμένον ἔχειν τὸ τοιοῦτον ὄνομα καὶ οὐ διὰ τὴν τῆς ἐτυμολογίας πίστιν ἑλληνιοῦμεν.
Ἀλλ' ὅτι μὲν τὸ τεχνικὸν μέρος τῆς γραμματικῆς ἀνυπόστατόν ἐστιν, αὐτάρκως ἐκ τῶν εἰρημένων δέδεικται˙ χωρῶμεν δὲ ἀκολούθως καὶ ἐπὶ τὸ ἱστορικόν.