1.

[1.253] τῆς δὲ ἀληθοῦς τρία πάλιν μέρη˙ ἡ μὲν γάρ ἐστι περὶ τὰ πρόσωπα θεῶν καὶ ἡρώων καὶ ἀνδρῶν ἐπιφανῶν, ἡ δὲ περὶ τοὺς τόπους καὶ χρόνους, ἡ δὲ περὶ τὰς πράξεις. τῆς δὲ ψευδοῦς, τουτέστι τῆς μυθικῆς, ἓν εἶδος μόνον ὑπάρχειν λέγει τὸ γενεαλογικόν. ὑποτάσσεσθαι δὲ τῷ ἱστορικῷ κοινῶς φησι, καθὼς καὶ Διονύσιος, τὸ περὶ τὰς γλώττας˙ ἱστορεῖ γὰρ ὅτι κρήγυον ἀληθές ἐστιν ἢ ἀγαθόν. ὡσαύτως δὲ καὶ τὸ περὶ παροιμιῶν καὶ ὅρων.
Ἀλλ' ὅτι μὲν γραμματικῆς εἶναι μέρος βούλονται τὸ ἱστορικόν, ἐκ τούτων ἐστὶ συμφανές˙