1.

[1.254] λοιπὸν δέ, ἐπεὶ οἱ πλείους ὡμολογήκασιν αὐτὸ ἄτεχνον εἶναι καὶ ἐκ τῆς ἀμεθόδου ὕλης τυγχάνειν, ἀπολελύκασι μὲν ἡμᾶς τῆς ἐπὶ πλεῖον πρὸς αὐτοὺς ἀντιρρήσεως, ὅμως δ' οὖν ὑπὲρ τοῦ μὴ ἀνεπισήμαντον παρελθεῖν τὸν τόπον οὕτως ἐρωτητέον. ἤτοι τέχνη ἐστὶν ἡ γραμματικὴ ἢ οὔκ ἐστι τέχνη. καὶ εἰ μὲν οὔκ ἐστιν, αὐτόθεν συμβεβίασται τὸ προκείμενον˙ εἰ δὲ τέχνη ἐστίν, ἐπεὶ τὰ τῆς τέχνης μέρη πάντως ἐστὶ τεχνικά, τὸ δ' ἱστορικὸν ἀμέθοδον ὡμολόγηται τυγχάνειν, οὐκ ἂν εἴη τῆς γραμματικῆς μέρος τὸ ἱστορικόν.