1.

[1.255] καὶ ὅτι τῷ ὄντι τοιοῦτόν ἐστιν, αὐτόθεν σχεδὸν ὑπέπιπτεν. οὐ γάρ, ὥσπερ ἀπὸ καθολικῆς τινος μεθόδου καὶ τεχνικῆς δυνάμεως λέγει ὁ μὲν ἰατρὸς ὅτι τόδε τὸ ἐπὶ μέρους ὑγιεινόν ἐστι καὶ τόδε νοσερόν, ὁ δὲ μουσικὸς ὅτι τόδε ἡρμοσμένον καὶ 〈τόδε〉 ἀνάρμοστον, καὶ ἡρμοσμένον μὲν κατὰ τήνδε τὴν συμφωνίαν ἀλλ' οὐχὶ κατὰ τήνδε, οὕτω καὶ ὁ γραμματικὸς δύναται ἀπὸ ἐπιστημονικῆς τινος καὶ καθολικῆς θεωρίας ἀπαγγέλλειν, ὅτι ὁ μὲν Πέλοπος ὦμος ἐλεφάντινος ἦν ὑπὸ τοῦ Ἄρεως ἢ ὑπὸ Δήμητρος βρωθείς, ἡ δὲ τοῦ Ἡρακλέους κεφαλὴ ἐψέδνωτο ῥυεισῶν αὐτοῦ τῶν τριχῶν ὅτε ὑπὸ τοῦ ἐφορμῶντος τῇ Ἡσιόνῃ κήτους κατεπόθη,