1.

[1.256] ἀλλ' ἵνα τούτων ποιήσηται τὴν ἔκθεσιν, ὀφείλει πᾶσι τοῖς κατὰ μέρος περὶ αὐτῶν ἱστοροῦσιν ἐντυχεῖν. τὸ δὲ πάντων τῶν κατὰ μέρος ποιεῖσθαι τὴν ἀνάληψιν αὐτοῖς ἐντυγχάνοντα τοῖς κατὰ μέρος οὔκ ἐστι τεχνικόν. οὐκ ἄρα ἐκ τέχνης τινὸς μεθοδεύεται τοῖς γραμματικοῖς τὸ ἱστορικόν.