1.

[1.257] καὶ μὴν ἐπεὶ τῆς ἱστορίας ἡ μέν τίς ἐστι τοπικὴ ἡ δὲ χρονικὴ ἡ δὲ περὶ τὰ πρόσωπα ἡ δὲ περὶ τὰς πράξεις, δῆλον ὡς εἰ μὴ τεχνική ἐστιν ἡ τῶν τόπων καὶ ἡ τῶν χρόνων ἀπόδοσις, οὔθ' ἡ τῶν προσώπων οὔθ' ἡ τῶν πράξεων τεχνικὴ γενήσεται˙ τί γὰρ διήνεγκε τούτων ἢ ἐκείνων ἀποκρατεῖν; ἀλλὰ μὴν οὐδὲν ἔχει τεχνικὸν τὸ ἀποδιδόναι τοπικὴν ἱστορίαν, λέγοντας ὅτι, εἰ τύχοι, Βριλησὸς μὲν καὶ Ἀράκυνθος τῆς Ἀττικῆς ἐστιν ὄρος, Ἀκάμας δὲ τῆς Κυπρίας ἀκρωτήριον, ἢ χρονικὴν ἐκτίθεσθαι, καθάπερ ὅτι Ξενοφάνης Κολοφώνιος (Cfr. 21 A 8 Diels-Kranz) ἐγένετο περὶ τὴν τεσσαρακοστὴν ὀλυμπιάδα. τοῦτο γὰρ καὶ ὁ μὴ ὢν γραμματικὸς ἄλλως δὲ περίεργος δυνήσεται ποιεῖν.