1.

[1.258] τοίνυν οὐδὲ τὸ περὶ προσώπων καὶ πράξεων ἀπαγγέλλειν τεχνικὸν γενήσεται, οἷον ὅτι Πλάτων μὲν ὁ φιλόσοφος Ἀριστοκλῆς πρότερον ἐκαλεῖτο καὶ ἐτέτρητο τὸ οὖς ἐλλόβιον φορήσας ὅτ' ἦν μειρακίσκος, Πυθιὰς δὲ ἡ Ἀριστοτέλους θυγάτηρ τρισὶν ἀνδράσιν ἐγαμήθη, πρῶτον μὲν Νικάνορι τῷ Σταγειρίτῃ, οἰκείῳ ὄντι Ἀριστοτέλους, δευτέρῳ δὲ Προκλεῖ Δημαράτου τοῦ Λακεδαιμονίων βασιλέως ἀπογόνῳ, ὃς καὶ δύο ἐξ αὐτῆς τεκνοῦται παῖδας, Προκλέα τε καὶ Δημάρατον τοὺς παρὰ Θεοφράστῳ φιλοσοφήσαντας, τρίτῳ δὲ Μητροδώρῳ ἰατρῷ, Χρυσίππου μὲν τοῦ Κνιδίου μαθητῇ Ἐρασιστράτου δὲ ὑφηγητῇ, ᾧ γίνεται παῖς Ἀριστοτέλης.