1.

[1.259] ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια πρὸς τῷ τελέως ἀχρηστεῖν ἔτι οὐδεμίαν ἐμφαίνει τεχνικὴν δύναμιν, ὥστε οὐδὲ ἡ τῶν ἱστορικῶν ἀπόδοσίς ἐστιν ἔντεχνος. ἄλλως τε καθ ὼς ἀνώτερον ὑπεδείξαμεν, οὔτε τῶν ἀπείρων οὔτε τῶν ἄλλοτε ἄλλως γινομένων ἔστι τις τεχνικὴ γνῶσις.