1.

[1.260] αἱ δέ γε κατὰ μέρος ἱστορίαι ἄπειροί τε διὰ τὸ πλῆθός εἰσι, καὶ οὐχ ἑστῶσαι διὰ τὸ μὴ τὰ αὐτὰ περὶ τοῦ αὐτοῦ παρὰ πᾶσιν ἱστορεῖσθαι. οἷον (οὐκ ἄτοπον γάρ), ἵνα συμφυέσι τε καὶ οἰκείοις χρησώμεθα τῶν πραγμάτων παραδείγμασιν. ὑπόθεσιν γὰρ ἑαυτοῖς ψευδῆ λαμβάνοντες οἱ ἱστορικοὶ τὸν ἀρχηγὸν ἡμῶν τῆς ἐπιστήμης Ἀσκληπιὸν κεκεραυνῶσθαι λέγουσιν, οὐκ ἀρκούμενοι τῷ ψεύσματι, †ἐν ᾧ† καὶ ποικίλως αὐτὸ μεταπλάττουσι,