1.

[1.262] Φύλαρχος (
81 F 18 FGrHist
) δὲ ἐν τῇ ἐννάτῃ διὰ τὸ τοὺς Φινέως υἱοὺς τυφλωθέντας ἀποκαταστῆσαι, χαριζόμενον αὐτῶν τῇ μητρὶ Κλεοπάτρᾳ τῇ Ἐρεχθέως, Τελέσαρχος (
309 F 2 FGrHist
) δὲ ἐν τῷ Ἀργολικῷ ὅτι τὸν Ὠρίωνα ἐπεβάλετο ἀναστῆσαι. οὐ τοίνυν τῆς οὕτως ἀπὸ ψευδοῦς ὑποθέσεως ἀρχομένης καὶ ἀδιεξιτήτου κατὰ πλῆθος καὶ πρὸς τὴν ἑκάστου προαίρεσιν μεταπλαττομένης γένοιτ' ἄν τις τεχνικὴ θεωρία.