1.

[1.267] πρῶτον μὲν γὰρ οὐ παραδεδώκασιν ἡμῖν οἱ γραμματικοὶ τῆς ἀληθοῦς ἱστορίας κριτήριον, ἵνα καὶ ἐξετάζωμεν πότε ἀληθής ἐστιν αὕτη καὶ πότε ψευδής. εἶτα καὶ μηδεμιᾶς οὔσης ἀληθοῦς ἱστορίας παρὰ τοῖς γραμματικοῖς οὐδὲ τὸ τοῦ ἀληθοῦς κριτήριον ὑποστατόν ἐστιν, ἐπεὶ πῶς οὐκ ἔργον, τινὸς μὲν λέγοντος ὅτι Ὀδυσσεὺς ὑπὸ Τηλεγόνου παιδὸς κατὰ ἄγνοιαν ἀνῄρηται, τινὸς δὲ ὅτι λάρου κέντρον θαλασσίας τρυγόνος ἀφέντος αὐτοῦ τῇ κεφαλῇ διεφώνησεν, ἄλλου δὲ ὅτι εἰς ἵππον μετέβαλε τὴν μορφήν, θέλειν ἐν οὕτως ἀπερρωγόσι πράγμασιν εὑρεῖν τἀληθές; πρότερον γὰρ δεῖ ὑποστῆναι ἐν τοῖς διαφωνοῦσι τὸν ἀληθεύοντα, καὶ τότε ζητεῖν τί ἐστιν˙