1.

[1.268] πάντων δὲ ἀπίθανα καὶ ψευδῆ λεγόντων οὐδὲ τεχνικῷ τινὶ κριτηρίῳ δίδοται πάροδος.
Καὶ μὴν οὐδὲ δι' ὧν ἂν ἱστορία καλῶς γραφείη διδάσκουσιν οἱ γραμματικοί, ἵνα κατ' ἀναφορὰν τὴν ὡς ἐπὶ τὰ τοιαῦτα θεωρήματα λέγωμεν τεχνικόν τι μέρος ὑπάρχειν παρ' αὐτοῖς τὸ ἱστορικόν˙ τοῦτο γὰρ ῥητορικῶν ἐστι τὸ ἔργον.