1.

[1.271] χρειώδης ἄρα ἡ γραμματική. τὸ δ' ὅτι συχνὰς δίδωσιν ἡ ποιητικὴ ἀφορμὰς πρὸς εὐδαιμονίαν δῆλον ἐκ τοῦ τὴν ὄντως κρατίστην καὶ ἠθοποιὸν φιλοσοφίαν ἀπὸ τῆς παρὰ τοῖς ποιηταῖς γνωμολογίας τὴν ἀρχὴν ἐρριζῶσθαι, καὶ διὰ τοῦτο τοὺς φιλοσόφους, εἴ ποτε παραινετικῶς τι λέγοιεν, ταῖς ποιητικαῖς φωναῖς ὡσπερεὶ σφραγίζεσθαι τὸ ὑπ' αὐτῶν λεγόμενον. καὶ ὁ μὲν ἐπ' ἀρετὴν παρακαλῶν φησὶν (
Euripid. fr. 734 (ed).
)
‘ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται˙’
ὁ δὲ φιλαργυρίαν φεύγειν ἐγκελευόμενος προφέρεται τὸ (
Euripid. fr. 20 (ed).
)
‘ μὴ Πλοῦτον εἴπῃς˙ οὐχὶ θαυμάζω θεόν,
ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο˙’
ὁ δὲ αὐτάρκειαν ὑπαγορεύων συμπιστοῦται τὸ δόγμα ἐκ τοῦ τὸν Εὐριπίδην λέγειν (
Euripid. fr. 892 (ed).
)
‘τί γὰρ δέει βροτοῖσι πλὴν δυοῖν μόνον,
Δήμητρος ἀκτῆς πώματός θ' ὑδρηχόου,
ἃ δὴ πάρεστι καὶ πέφυχ' ἡμᾶς τρέφειν; ’