1.

[1.272] καὶ τὸ μὲν τοὺς ἄλλους φιλοσόφους τοῦτο ποιεῖν οὐ παράδοξον, αὐτοὺς δὲ εὑρήσομεν τοὺς τῆς γραμματικῆς κατηγόρους, Πύρρωνά τε καὶ Ἐπίκουρον, ἐξομολογουμένους τὸ ἀναγκαῖον αὐτῆς˙ ὧν ὁ μὲν Πύρρων ἱστορεῖται τὴν Ὁμηρικὴν διὰ παντὸς ποίησιν ἀναγινώσκων, μὴ ἄν ποτε τοῦτο ποιήσας εἴπερ μὴ ἐγίνωσκεν αὐτὴν χρησίμην καὶ διὰ τοῦτο τὴν γραμματικὴν ἀναγκαίαν,