1.

[1.273] ὁ δὲ Ἐπίκουρος (Rat. Sent. III) φωρᾶται τὰ κράτιστα τῶν δογμάτων παρὰ ποιητῶν ἀνηρπακώς˙ τόν τε γὰρ ὅρον τοῦ μεγέθους τῶν ἡδονῶν, ὅτι ἡ παντός ἐστι τοῦ ἀλγοῦντος ὑπεξαίρεσις, ἐξ ἑνὸς στίχου δέδεικται λαβών 〈τοῦ〉 (
Hom. Il. I 469
)
‘αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο˙’
τὸν δὲ θάνατον, ὅτι οὐδέν ἐστι πρὸς ἡμᾶς, Ἐπίχαρμος αὐτῷ προμεμήνυκεν, εἰπὼν (
Fr. 247 CGF (ed).
= 23 B 11 Diels-Kranz Vors.
)
‘ἀποθανεῖν ἢ τεθνάναι οὔ μοι διαφέρει.’
ὡσαύτως δὲ καὶ τὰ νεκρὰ τῶν σωμάτων ἀναισθητεῖν παρ' Ὁμήρου κέκλοφε, γράφοντος (
Hom.Il. XXIV 54
)
‘κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. ’