1.

[1.274] καὶ μὴν οὐ ταῦτα μόνον τοῖς ποιηταῖς δεξιῶς εἰρῆσθαι φαίνεται ἀλλὰ καὶ τὰ περὶ θεῶν, οἷόν ἐστι καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ λεχθὲν ἐν Φρίξῳ (
Fr. 235 (ed).
)
‘ὅστις δὲ θνητῶν οἴεται καθ' ἡμέραν
κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι,
δοκεῖ πονηρά, καὶ δοκῶν ἁλίσκεται
ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη.’
ἀλλ' εἴπερ ταῦτα καὶ τὰ τούτοις ἐοικότα χρειώδη ἐστί, λαμβάνεται δ' οὐ χωρὶς γραμματικῆς, ἔσται καὶ ἡ γραμματικὴ τῶν βιωφελῶν.