1.

[1.275] ἔχοι δ' ἄν τινα, φασίν, ἐξαιρέτως καὶ ταῖς τῶν μανθανόντων αὐτὴν πατρίσιν ἀναγκαῖα. Λεβεδίων γοῦν διαφερομένων πρὸς τοὺς ἀστυγείτονας περὶ Καμανδωδοῦ ὁ [γραμματικὸς] τὸ Ἱππωνάκτειον παραθέμενος ἐνίκα (
Fr. 74 (ed).
[Unknown rendering: dep]3[End rendering]
)
‘μηδέ μοι μῦ
λαλεῖν Λεβεδίην ἰσχάδ' ἐκ Καμανδωδοῦ. ’
ὁμιλητικούς τε παρεχομένη τοὺς προσέχοντας αὐτῇ εὐθὺς καὶ ταύτῃ [καὶ] τοῖς πέλας κατὰ πολλὰς περιστάσεις ὀνησιφόρος γίνεται.