1.

[1.276] πάρεστι δὲ τὸ λεγόμενον σκοπεῖν ἐξ αὐτῶν τῶν ἀποτελεσμάτων. Σώστρατος γάρ, ὥς φασιν, ἀποσταλεὶς ὑπὸ Πτολεμαίου πρὸς τὸν Ἀντίγονον βασιλικῆς τινὸς ἕνεκα χρείας, κἀκείνου εἰκαιότερον ἀποκρινομένου, ἐπέτυχεν εἰπὼν (
Hom. Il. XV 201-203
)
‘οὕτω δὴ κέλεαι, γαιήοχε κυανοχαῖτα;
τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε;
ἤ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν. ’
ταῦτα γὰρ ἀκούσας Ἀντίγονος μετεβάλλετο.