1.

[1.278] πρῶτον μὲν γάρ, ἵνα συνδράμωμεν αὐτοῖς μηδὲν ποιητικῆς κατειπόντες, ἀλλ' οὖν γε ἐκεῖνο πρόδηλόν ἐστιν ὅτι ὁπόσα μὲν βιωφελῆ καὶ ἀναγκαῖα εὑρίσκεται παρὰ ποιηταῖς, οἷά ἐστι τὰ γνωμικὰ καὶ παραινετικά, ταῦτα σαφῶς αὐτοῖς πέφρασται καὶ οὐ δεῖται γραμματικῆς, 〈ὁπόσα δὲ μὴ σαφῶς πέφρασται καὶ δεῖται γραμματικῆς〉 καθάπερ τὰ ἐν ξέναις ἱστορίαις κείμενα ἢ αἰνιγματωδῶς ἐκφερόμενα, ταῦτ' ἐστιν ἄχρηστα, ὥστε καὶ τῇ ἀπ' ἐκείνων ὠφελείᾳ μὴ συνεισέρχεσθαι αὐτῶν τὸ χρειῶδες τῆς γραμματικῆς καὶ τῇ τούτων ματαιότητι συμπεριφέρεσθαι.