1.

[1.279] εἶτα φάσις μόνον ἐστὶν ἡ γνώμη, καθάπερ τὸ τοιοῦτο (
Euripid. fr. 200 (ed).
),
‘σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
νικᾷ, σὺν ὄχλῳ δ' ἀμαθία πλεῖστον κακόν˙’
φάσει δὲ οὐ πείθεται ὁ νοῦς περὶ τοῦ καλῶς εἰρῆσθαι ἢ μὴ [εἰρῆσθαι], ἀλλ' ἀποδείξεων δεῖται. αἱ δὲ ἀποδείξεις τῶν καθηκόντως λεγομένων ἢ μὴ οὐ γραμματικῆς εἰσιν ἀλλὰ φιλοσοφίας˙ τοίνυν καὶ ταύτῃ περισσὴν καὶ ματαίαν συμβέβηκεν εἶναι τὴν γραμματικήν. καὶ μὴν εἴπερ διὰ τὸ πολλὰ καλῶς εἰρῆσθαι τοῖς ποιηταῖς καὶ βιωφελῶς χρησίμη ἐστὶν ἡ προφῆτις γραμματικὴ αὐτῶν, ἐπεὶ πολλαπλασίονα τούτων διαστρόφως καὶ ἐπὶ λύμῃ τοῦ βίου παρ' αὐτοῖς ἐξενήνεκται, ἄχρηστος γενήσεται. καθὰ γὰρ ἔστι τις ὁ εἰπὼν (
Euripid. fr. 20 (ed).
)
‘μὴ Πλοῦτον εἴπῃς˙ οὐχὶ θαυμάζω θεόν,
ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο ,’
οὕτως ἔστι καὶ ὁ τοὐναντίον ἀποφαινόμενος˙ (
Euripid. fr. 324 (ed).
)
‘ὦ χρυσὲ δεξίωμα κάλλιστον βροτοῖς,
ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει,
οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ,
οἵας σὺ χοἱ σὲ δώμασιν κεκτημένοι.’ καὶ πάλιν (
Eurip. Phoen. 403-404
)
‘εὖ πρᾶσσε˙ τὰ φίλων δ' οὐδὲν ἤν τις δυστυχῇ. ’
καὶ (
fr. trag. adesp. 464 (ed).
)
‘κάλλιστα μουσῶν φθέγγεται πλουτῶν ἀνήρ. ’