1.

[1.283] ὁ δὲ Ἐπίκουρος οὐκ ἐκ τῶν Ὁμηρικῶν εἴληφε τὸν ὅρον τοῦ μεγέθους τῶν ἡδονῶν (
Cfr. Rat. Sent. III
)˙ μακρῷ γὰρ διαφέρει τὸ λέγειν ὅτι ἐπαύσαντό τινες πίνοντες καὶ ἐσθίοντες καὶ τὴν αὑτῶν ἐπιθυμίαν πληροῦντες (τοῦτο γάρ ἐστι τὸ
‘αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο)’
τοῦ φάναι ὅρον εἶναι τῶν περὶ τὰς ἡδονὰς μεγεθῶν τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν˙ τοῦτο γὰρ οὐ πάντως κρέασι καὶ οἴνῳ ἀλλὰ καὶ τοῖς λιτοτάτοις πέφυκε γίνεσθαι.