1.

[1.286] οὐ μὴν ἀλλ' ἐὰν ἐξετάζῃ τις, τὴν ἐναντίαν ἔχοντα δόξαν εὑρήσει τὸν ποιητήν. αἱ μὲν γὰρ ψυχαὶ κοινῶς διψῶσιν αἵματος (
Hom. Od. XI 95
)
‘(ἀλλ' ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξὺ
αἵματος, ὄφρα πίω καί τοι νημερτέα εἴπω),’
ὁ δὲ Τιτυὸς ὑπὸ γυπῶν διὰ τὴν ἐπιθυμίαν ἡπατοφαγεῖται, ὁ δὲ Τάνταλος ἕστηκεν ἐν λίμνῃ (
Hom. Od. XI 583-584
),
‘ἡ δὲ προσέκλυζε γενείῳ˙
στεῦτο δὲ διψάων, πιέειν δ' οὐκ εἶχεν ἑλέσθαι. ’