1.

[1.287] καὶ μὴν ὅσον ἐπὶ τῷ ὑπ' Εὐριπίδου λεχθέντι περὶ θεῶν, τὴν αὐτὴν καὶ οἱ ἰδιῶται δόξαν ἔχουσιν. ἴσον γάρ ἐστι τῷ (
Euripid. fr. 835 (ed).
; cfr. § 274)
‘ὅστις δὲ θνητῶν οἴεται τοὐφήμερον
κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι,
δοκεῖ πονηρά, καὶ δοκῶν ἁλίσκεται
ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη’
καὶ τὸ οὕτω παρὰ τοῖς πολλοῖς λεγόμενον˙
‘ὀψὲ θεῶν ἀλέουσι μύλοι, ἀλέουσι δὲ λεπτά˙’
μόνῳ δὲ διενήνοχε τῷ μέτρῳ.