1.

[1.288] ἂν δὲ καὶ ἐξετάσῃ τις, πολλῷ χείρονα τῆς τῶν ἰδιωτῶν ὑπολήψεως εὑρήσει τὰ τῶν ποιητῶν. καὶ ὁ μὲν σκηνικὸς ἀναγορευθεὶς φιλόσοφος ἔτι μετριώτερος φαίνεται, λέγων μὴ εἰδέναι ᾧ προσεύχεται (
Euripid. Troad. 884-887
)
‘ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
ὅστις ποτ' εἶ σύ, δυστόπαστος εἰσιδεῖν,
Ζεύς, εἴτ' ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
προσευξάμην σέ. ’