1.

[1.289] Ὅμηρος δὲ καὶ Ἡσίοδος κατὰ τὸν Κολοφώνιον Ξενοφάνη (Cfr. 21 B 12 Diels-Kranz)
‘ ὡς πλεῖστ' ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν. ’
Κρόνος μὲν γάρ, ἐφ' οὗ τὸν εὐδαίμονα βίον γεγονέναι λέγουσι, τὸν πατέρα ἠνδροτόμησε καὶ τὰ τέκνα κατέπιεν, Ζεύς τε ὁ τούτου παῖς ἀφελόμενος αὐτὸν τῆς ἡγεμονίας (
Hom. Il. XIV 204-205
) γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης, τῆλε μάλ' ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον.