1.

[1.290] τῷ δὲ Διὶ ἐπιβουλεύουσιν οἱ συγγενεῖς, παρὸ καὶ ὑπὸ Θέτιδος βοηθεῖται (
Hom. Il. I 399-400
),
‘ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,
Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη˙ ’
ὠμότατος γάρ ἐστι, καὶ τὴν μὲν ἀδελφὴν καὶ γυναῖκα ἱεροσύλου τρόπον κρεμάσας οὐκ ἀρκεῖται, ἀλλὰ καὶ ὀνειδίζει λέγων (
Hom. Il. XV 18-21
)
‘ἢ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν,
ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
χρύσεον ἄρρηκτον, σὺ δ' ἐν αἰθέρι καὶ νεφέλῃσιν
ἐκρέμω, ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον;’