1.

[1.291] τὸν δὲ Ἥφαιστον ὀργισθεὶς ῥίπτει ἀπὸ τοῦ οὐρανοῦ, ὁ δε (
Hom. Il. I 593
)
‘κάππεσεν ἐν Λήμνῳ, ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν.’
τὸν δὲ ἀδελφὸν ὑπερορᾷ (
Hom. Od. IX 531 et Il. XX 65-66
) ‘οἰκί' ἔχοντα
σμερδαλέ' εὐρώεντα, τά τε στυγέουσι θεοί περ.’
πρόσεστι δὲ αὐτῷ πρὸς τῇ ἀποτομίᾳ καὶ ἀκρασία, ὃς θεασάμενος τὴν Ἥραν ἐπὶ τῆς Ἴδης κεκοσμημένην οὐ καρτερεῖ μέχρις τῶν ἀποδεδειγμένων αὐτοῖς θαλάμων ἐλθεῖν, ἀλλ' ἐπὶ τοῦ ὄρους χαμαὶ ῥίψας ἑαυτὸν συγκυλίνδεται τῇ γυναικί, (
Hom. Il. XIV 347-348
)
‘τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον. ’