1.

[1.293] Ἀλλὰ πόλει φασὶ χρησίμην εἶναι τὴν γραμματικήν, ἐπεὶ καὶ Λεβεδίοις νίκης αἴτιον ἐγένετο ἐκ ποιητικῆς μαρτύριον. ἕνεκα δὲ τούτου καὶ τὴν ὀρχηστικὴν ἀναγκαίαν λέγομεν εἶναι, ἐπεὶ Σώστρατος ὁ Ἀντιόχου ὀρχηστής, λαβόντος ὑποχείριον τὴν Πριήνην τοῦ βασιλέως πατρίδα οὖσαν αὐτοῦ, καὶ παρὰ τὸ συμπόσιον τὴν ἐλευθερίαν ἀναγκαζόμενος ὀρχεῖσθαι, οὐ καλὸν ἔφη τῆς πατρίδος αὐτοῦ δουλευούσης αὐτὸν ἐλευθερίαν ὀρχεῖσθαι˙ καὶ διὰ τοῦτο ἐλευθερωθῆναι τὴν πόλιν.