1.

[1.294] εἶτα ἄλλο μέν ἐστι τὸ πόλει χρήσιμον, ἄλλο δὲ τὸ ἡμῖν αὐτοῖς. σκυτοτομικὴ γοῦν καὶ χαλκευτικὴ πόλει μέν ἐστιν ἀναγκαῖον, ἡμῖν δὲ χαλκεῦσι γενέσθαι καὶ σκυτοτόμοις πρὸς εὐδαιμονίαν οὐκ ἀναγκαῖον. διόπερ καὶ ἡ γραμματικὴ οὐκ ἐπεὶ πόλει χρησίμη καθέστηκεν, ἐξ ἀνάγκης καὶ ἡμῖν ἐστιν [ἡ] τοιαύτη. ἡ μὲν γὰρ ὁμιλητικὴ οὐκ ἀπὸ γραμματικῆς περιγίνεσθαι πέφυκεν, ἀλλ' ἀπὸ κοινῆς τινος ἐντρεχείας,