1.

[1.295] εἰ μή τι καὶ Δημάδης (Cfr. D.L. IV 9) ὁ ῥήτωρ γραμματικὸς ἦν, πολλοῖς τῶν Ἀθηναίων μετὰ τὴν ἐν Χαιρωνείᾳ ἧτταν συναιχμαλωτισθεὶς καὶ εἰπὼν πρὸς τὸν Φίλιππον ἀναγκάζοντα εὐωχεῖσθαι (
Hom. Od. X 383-385
)
‘τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
πρὶν τλαίη πάσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
πρὶν λῦσαί θ' ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι; ’