1.

[1.296] Ταῦτα μὲν οὖν πρὸς τὰς τῶν γραμματικῶν ἐπιχειρήσεις λεγέσθω˙ προηγουμένως δὲ ῥητέον ὡς εἰ μὲν μόνοι ἦσαν οἱ ποιηταὶ βιωφελεῖς, τάχα ἂν ἡ γραμματικὴ βιωφελὴς ἐγίνετο περὶ τούτους πονουμένη, νῦν δὲ ἐπεὶ οὗτοι μὲν ἢ ἀνωφελεῖς εἰσιν ἢ ὀλιγωφελεῖς, φιλόσοφοι δὲ καὶ οἱ λοιποὶ συγγραφεῖς διδάσκουσι τὰ ὠφέλιμα τῶν πραγμάτων, οὐ δεόμεθα γραμματικῆς.