1.

[1.302] καὶ μὴν ὡς ἐν τούτοις ἐστὶ τυφλός, οὕτω κἀν τοῖς περὶ αὐτῶν γραφεῖσι ποιήμασιν, οἷον Ἐμπεδοκλέους λέγοντος (Cfr. 31 B 112, 4-5 Diels-Kranz)
‘χαίρετ', ἐγὼ δ' ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητός,
πωλεῦμαι μετὰ πᾶσι τετιμένος,’
καὶ πάλιν (Cfr. 31 B 113 Diels-Kranz)
‘ἀλλὰ τί τοῖσδ' ἐπίκειμ' ὡσεὶ μέγα χρῆμά τι πράσσων
εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπων;’
ὁ μὲν γὰρ γραμματικὸς καὶ ὁ ἰδιώτης ὑπολήψονται κατ' ἀλαζονείαν καὶ τὴν πρὸς τοὺς ἄλλους ἀνθρώπους ὑπεροψίαν ταῦτ' ἀνεφθέγχθαι τὸν φιλόσοφον, ὅπερ ἀλλότριόν ἐστι τοῦ κἂν μετρίαν ἕξιν ἐν φιλοσοφίᾳ ἔχοντος, οὐχ ὅτι γε τοῦ τοσούτου ἀνδρός˙