1.

[1.304] Ἀράτου τε μὴν γράφοντος (Phaen. 541)
‘ὅσσον ἀπ' ὀφθαλμοῖο βολῆς ἀπολάμπεται αὐγή,
ἑξάκις ἂν τόσση μιν ὑποδράμοι˙ αὐτὰρ ἑκάστη
ἴση μετρηθεῖσα δύω περιτέλλεται ἄστρα’
οὐ γραμματικοῦ τοῦτο νοῆσαι, ὅτι ἡλίκη ἐστὶν ἡ ἀπὸ τῆς ἡμῶν ὄψεως πρὸς τὴν ἀνατολὴν ἐκβαλλομένη εὐθεῖα, ἑξάκις αὕτη ληφθεῖσα τὸν ζῳδιακὸν καταμετρήσει κύκλον ὥστε δύο αὐτὴν ἀποτέμνεσθαι ζῴδια, ἀλλὰ μαθηματικοῦ, γραμμικῶς αὐτὸ ἀποδεικνύντος, ὅτι τὸ ἕκτον τοῦ ζωδιακοῦ κύκλου μέρος ἀπὸ τῆς μέχρι τῆς ἀνατολῆς ἐκβαλλομένης εὐθείας καθέστηκεν.