1.

[1.306] τὸ δὲ οὐχ οὕτως ἔχειν φαίνεται τῷ φιλοσοφώτερον ἐπιβάλλοντι, ἀλλ' ἡλίου τρόπον ἐπέχειν φησὶ τὸν Πύρρωνα καθόσον 〈ὡς〉 ὁ θεὸς τὰς τῶν ἀκριβῶς εἰς αὐτὸν ἀτενιζόντων ὄψεις ἀμαυροῖ, οὕτω καὶ ὁ σκεπτικὸς λόγος τὸ τῆς διανοίας ὄμμα τῶν ἐπιμελέστερον αὐτῷ προσεχόντων συγχεῖ, ὥστε ἀκαταληπτεῖν περὶ ἑκάστου τῶν κατὰ δογματικὴν θρασύτητα τιθεμένων.