1.

[1.307] εἰ δὲ δεῖ περὶ ἰατρικῆς διεξέρχεσθαι θεωρίας, καὶ παριστᾶν ὡς καὶ ἐπίθετον πολλάκις προσριφὲν ὑπὸ ποιητοῦ βαθὺν ἐμφαίνει καὶ ἐπιστημονικὸν νοῦν, οἷόν ἐστι τὸ ῾βαθύσχοινον λεχεποίην᾽ παρ' Ὁμήρῳ (
Hom. Il. IV 383
). σημαίνει γάρ, ὃ μὴ δύναται νοῆσαι γραμματικός, 〈ὅτι〉 παραστατικὸν πρὸς συνουσίαν ἐστὶ τὸ τῆς σχοίνου σπέρμα, λέχος καλοῦντος τοῦ ποιητοῦ τὴν μῖξιν.