1.

[1.308] ἢ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐπὶ τῇ Λυκομήδους θυγατρὶ Δηιδαμείᾳ λεγόμενον (
Fr. 682 (ed).
)
‘ἡ παῖς νοσεῖ σου κἀπικινδύνως ἔχει
πρὸς τοῦ; τίς αὐτὴν πημονὴ δαμάζεται;
μῶν κρυμὸς αὐτῆς πλευρὰ γυμνάζει χολῆς;’
πυνθάνεται γὰρ μή τι πλευριτικὴ γέγονε διὰ τὸ τοὺς πλευριτικοὺς βήσσοντας ὑπόχολον ἀνάγειν. ὧν οὐδὲν οἶδεν ὁ γραμματικός.