1.

[1.309] Καίτοι περιττὸν ἴσως ἐστὶν ἀπὸ τῶν ἀρχαιοτέρων καὶ τάχα ἐπιστημονικῶν δυσωπεῖν τοὺς ἀπὸ τῆς γραμματικῆς, ὅτε καὶ τὸ τυχὸν ἐπιγραμμάτιον οὐχ οἷοί τέ εἰσι νοῆσαι, καθάπερ καὶ τὸ ὑπὸ τοῦ Καλλιμάχου εἰς Διόδωρον τὸν Κρόνον συγγραφέν (
Fr. 393, 3 (ed).
) ‘ἠνίδε κου κόρακες τεγέων ἔπι ῾κοῖα συνῆπται᾽ κρώζουσιν καὶ ῾κῶς αὖθι γενησόμεθα᾽.’