1.

[1.310] ὅτι γὰρ διαλεκτικώτατος ἦν ὁ Καλλιμάχου εἰς Κρόνος καὶ ἐδίδασκε πῶς κριτέον ἐστὶ τὸ ὑγιὲς συνημμένον (Cfr. M VIII 112 sqq. et PH II 110), ὥστε διὰ τὸ ἐπικρατεῖν ἤδη τὴν διδασκαλίαν καὶ τοὺς ἐπὶ τῶν δωμάτων κόρακας ἐκ πολλῆς τῆς κατηχήσεως κράζειν τὴν κατ' αὐτὸν τοῦ συνημμένου κρίσιν, εἴποι ἂν ὁ γραμματικός, καὶ μέχρι τούτου συνήσει τὸ καὶ παιδίοις γνώριμον˙