1.

[1.311] ἐλθὼν δὲ καὶ ἐπὶ τὸ ῾καὶ κῶς αὖθι γενησόμεθα᾽ ἡσυχάσει, μὴ εὑρίσκων τὸ δηλούμενον πρᾶγμα. φιλοσόφου γὰρ ἦν εἰπεῖν ὅτι ἀρέσκει τῷ Διοδώρῳ μηδὲν κινεῖσθαι. τὸ γὰρ κινούμενον ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾧ μὴ ἔστιν˙ οὔτε δὲ τὸ πρῶτον οὔτε τὸ δεύτερον˙ οὐκ ἄρα κινεῖταί τι (Cfr. PH II 242). τῷ δὲ μηδὲν κινεῖσθαι τὸ μηδὲν φθείρεσθαι ἀκολουθεῖ.