1.

[1.312] ὡς γὰρ διὰ τὸ μήτε ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαί τι μήτε ἐν ᾧ μή ἐστιν οὐδὲν κινεῖται, οὕτως ἐπεὶ τὸ ζῷον οὔτε ἐν ᾧ ζῇ χρόνῳ ἀποθνῄσκει οὔτε ἐν ᾧ μὴ ζῇ, οὐδέποτε ἄρα ἀποθνῄσκει. εἰ δὲ τοῦτο, ἀεὶ ζῶντες κατ' αὐτὸν καὶ αὖθις γενησόμεθα.