HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-1,313
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-1,313.rdf
1.
[1.313] Οὐκοῦν τὰ μὲν πράγματα οὐ νοοῦσιν οἱ γραμματικοί. λείπεται τοίνυν τὰ ὀνόματα νοεῖν
αὐτούς. ὃ πάλιν ἐστὶ ληρῶδες. πρῶτον μὲν γὰρ οὐδὲν ἔχουσι τεχνικὸν εἰς τὸ λέξιν γινώσκειν. οὐδὲ
γὰρ ἐκ τέχνης τινὸς μεμαθήκασιν ὅτι οἱ παρὰ τῷ Σοφοκλεῖ (
Fr. 472
(ed).
) ποιμένες ῾ἰὼ βαλλήν᾽ λέγοντες ῾ἰὼ βασιλεῦ᾽ λέγουσι φρυγιστί,
ἀλλὰ παρ' ἄλλων ἀκούσαντες. διήνεγκε δὲ οὐδὲν ἢ βαρβάρου λέξεως ἑρμηνευτὰς γίνεσθαι ἢ τῆς κατὰ
γλῶσσαν προενεχθείσης, ὁμοίως οὔσης ἀσυνήθους ἡμῖν.