1.

[1.313] Οὐκοῦν τὰ μὲν πράγματα οὐ νοοῦσιν οἱ γραμματικοί. λείπεται τοίνυν τὰ ὀνόματα νοεῖν αὐτούς. ὃ πάλιν ἐστὶ ληρῶδες. πρῶτον μὲν γὰρ οὐδὲν ἔχουσι τεχνικὸν εἰς τὸ λέξιν γινώσκειν. οὐδὲ γὰρ ἐκ τέχνης τινὸς μεμαθήκασιν ὅτι οἱ παρὰ τῷ Σοφοκλεῖ (
Fr. 472 (ed).
) ποιμένες ῾ἰὼ βαλλήν᾽ λέγοντες ῾ἰὼ βασιλεῦ᾽ λέγουσι φρυγιστί, ἀλλὰ παρ' ἄλλων ἀκούσαντες. διήνεγκε δὲ οὐδὲν ἢ βαρβάρου λέξεως ἑρμηνευτὰς γίνεσθαι ἢ τῆς κατὰ γλῶσσαν προενεχθείσης, ὁμοίως οὔσης ἀσυνήθους ἡμῖν.