1.

[1.314] εἶτα καὶ τοῦτ' ἀδύνατόν ἐστιν ἀπείρων οὐσῶν λέξεων καὶ ἄλλως παρ' ἄλλοις ὀνοματοποιηθεισῶν ἢ ἐπὶ πράγμασιν οἷς ἡμεῖς οὐκ ἴσμεν τεθεισῶν. οἷόν ἐστι τὸ 〈῾ἐβαρβάριζε τὸ ὅλον, ἕλκη ἔχον ἐν τῇ χειρί᾽, τοῦ μὲν〉 ἐβαρβάριζεν ἀντὶ τοῦ ἐσύριζε κειμένου, βάρβαροι γὰρ οἱ Σύροι, τοῦ δὲ ὅλου ἀντὶ τοῦ παντός, ὅλον γὰρ καὶ πᾶν συνώνυμον, τοῦ δὲ ἕλκους ἀντὶ τῆς σύριγγος, εἶδος γὰρ ἕλκους ἡ σύριγξ˙ ὥστε τὸ ὅλον γίνεσθαι τοιοῦτον ῾ἐσύριζεν ὁ Πάν, σύριγγας ἔχων ἐν τῇ χειρί᾽.