1.

[1.315] ἄλλως τε καὶ ποῦ ἴσασιν ἐνίας τῶν ἐπιστημονικῶν λέξεων οἱ γραμματικοί, καθάπερ τὴν παρὰ Ἀριστοτέλει ἐντελέχειαν ἢ τὸ τί ἦν εἶναι; ἢ ποῦ συνήσουσι τίνα δύναμιν ἔχει παρὰ σκεπτικοῖς ἡ ῾οὐδὲν μᾶλλον᾽ (Cfr. PH I 188) φωνή, πότερον πυσματική ἐστιν ἢ ἀξιωματική, καὶ ἐπὶ τίνος τάσσεται, ἆρά γε τοῦ ἐκτὸς ὑποκειμένου ἢ τοῦ περὶ ἡμᾶς πάθους;