[46] Χρημάτων δεόμενος ἀπαιτεῖν ἔλεγε τοὺς φίλους, οὐκ αἰτεῖν. ἐπ' ἀγορᾶς ποτε χειρουργῶν, "εἴθε," ἔφη, "καὶ τὴν κοιλίαν ἦν παρατρίψαντα μὴ πεινῆν." μειράκιον θεασάμενος μετὰ σατραπῶν ἐπὶ δεῖπνον ἀπιόν, ἀποσπάσας πρὸς τοὺς οἰκείους ἀπήγαγε καὶ ἐκέλευσε τηρεῖν. πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ. πρὸς τὸ κοτταβίζον ἐν τῷ βαλανείῳ μειράκιόν φησιν, "ὅσῳ βέλτιον, τοσούτῳ χεῖρον." ἐν δείπνῳ προσερρίπτουν αὐτῷ τινες ὀστάρια ὡς κυνί˙ καὶ ὃς ἀπαλλαττόμενος προσούρησεν αὐτοῖς ὡς κύων. [46] Χρημάτων δεόμενος ἀπαιτεῖν ἔλεγε τοὺς φίλους, οὐκ αἰτεῖν. ἐπ' ἀγορᾶς ποτε χειρουργῶν, "εἴθε," ἔφη, "καὶ τὴν κοιλίαν ἦν παρατρίψαντα μὴ πεινῆν." μειράκιον θεασάμενος μετὰ σατραπῶν ἐπὶ δεῖπνον ἀπιόν, ἀποσπάσας πρὸς τοὺς οἰκείους ἀπήγαγε καὶ ἐκέλευσε τηρεῖν. πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ. πρὸς τὸ κοτταβίζον ἐν τῷ βαλανείῳ μειράκιόν φησιν, "ὅσῳ βέλτιον, τοσούτῳ χεῖρον." ἐν δείπνῳ προσερρίπτουν αὐτῷ τινες ὀστάρια ὡς κυνί˙ καὶ ὃς ἀπαλλαττόμενος προσούρησεν αὐτοῖς ὡς κύων. [46] Χρημάτων δεόμενος ἀπαιτεῖν ἔλεγε τοὺς φίλους, οὐκ αἰτεῖν. Ἐπ' ἀγορᾶς ποτε χειρουργῶν, "Εἴθε," ἔφη, "καὶ τὴν κοιλίαν ἦν παρατρίψαντα μὴ πεινῆν." Μειράκιον θεασάμενος [40310] μετὰ σατραπῶν ἐπὶ δεῖπνον ἀπιόν, ἀποσπάσας πρὸς τοὺς οἰκείους ἀπήγαγε καὶ ἐκέλευσε τηρεῖν. Πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ. Πρὸς τὸ κοτταβίζον ἐν τῷ βαλανείῳ μειράκιόν [40315] φησιν˙ " Ὅσῳ βέλτιον, τοσούτῳ χεῖρον." Ἐν δείπνῳ προσερρίπτουν αὐτῷ τινες ὀστάρια ὡς κυνί˙ καὶ ὃς ἀπαλλαττόμενος προσούρησεν αὐτοῖς ὡς κύων.